Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.158 Joseph. AJ 12.163 (English) >>Joseph. AJ 12.167

12.161ἐλθὼν εἰς τὴν πόλιν ἐπέπληττε τῷ Ὀνίᾳ μὴ προνοουμένῳ τῆς ἀσφαλείας τῶν πολιτῶν, ἀλλʼ εἰς κινδύνους τὸ ἔθνος βουλομένῳ περιστῆσαι διὰ τὴν τῶν χρημάτων ἀποστέρησιν, διʼ καὶ τοῦ λαοῦ τὴν προστασίαν λαβεῖν αὐτὸν ἔλεγεν καὶ τῆς ἀρχιερατικῆς τιμῆς ἐπιτυχεῖν. 12.162εἰ δʼ ἐρωτικῶς οὕτως ἔχοι τῶν χρημάτων, ὡς διʼ αὐτὰ καὶ τὴν πατρίδα κινδυνεύουσαν ἰδεῖν ὑπομεῖναι καὶ πᾶν ὁτιοῦν παθόντας αὐτοῦ τοὺς πολίτας, συνεβούλευσεν ἀπελθόντα πρὸς τὸν βασιλέα δεηθῆναι αὐτοῦ πάντων αὐτῷ παραχωρῆσαι τῶν χρημάτων μέρους. 12.163τοῦ δὲ Ὀνίου μήτε ἄρχειν θέλειν ἀποκριναμένου καὶ τὴν ἀρχιερωσύνην δʼ εἰ δυνατόν ἐστιν ἑτοίμως ἔχειν ἀποθέσθαι λέγοντος μήτε ἀναβήσεσθαι πρὸς τὸν βασιλέα, μέλειν γὰρ αὐτῷ περὶ τούτων οὐδέν, εἰ πρεσβεύειν αὐτῷ συγχωρεῖ πρὸς τὸν Πτολεμαῖον ὑπὲρ τοῦ ἔθνους ἐπηρώτησεν. 12.164φήσαντος δὲ ἐπιτρέπειν ἀναβὰς εἰς τὸ ἱερὸν Ἰώσηπος καὶ συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν μηδὲν ταράσσεσθαι μηδὲ φοβεῖσθαι παρῄνει διὰ τὴν Ὀνίου τοῦ θείου περὶ αὐτῶν ἀμέλειαν, ἀλλʼ ἐν ἀδείᾳ τῶν ἀπὸ τῆς σκυθρωποτέρας ἐλπίδος τὴν διάνοιαν αὐτοὺς ἔχειν ἠξίου· πρεσβεύσειν γὰρ αὐτὸς ἐπηγγέλλετο πρὸς τὸν βασιλέα καὶ πείσειν αὐτόν, ὅτι μηδὲν ἀδικοῦσιν. 12.165καὶ τὸ μὲν πλῆθος τούτων ἀκοῦσαν εὐχαριστεῖ τῷ Ἰωσήπῳ, καταβὰς δʼ αὐτὸς ἐκ τοῦ ἱεροῦ ξενίᾳ τε ὑποδέχεται τὸν παρὰ τοῦ Πτολεμαίου πεπρεσβευκότα καὶ δωρησάμενος αὐτὸν πολυτελέσι δωρεαῖς καὶ ἐπὶ πολλὰς ἑστιάσας φιλοτίμως ἡμέρας προέπεμψε πρὸς τὸν βασιλέα, φράσας αὐτῷ καὶ αὐτὸς ἀκολουθήσειν·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.158 Joseph. AJ 12.163 (English) >>Joseph. AJ 12.167

Powered by PhiloLogic